Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.275 Joseph. AJ 2.279 (English) >>Joseph. AJ 2.285

2.277

Καὶ πυθόμενος τὸν τῶν Αἰγυπτίων τεθνάναι βασιλέα Φαραώθην, ἐφʼ οὗπερ αὐτὸς ἔφυγε, δεῖται Ῥαγουήλου συγχωρῆσαι κατὰ ὠφέλειαν αὐτῷ τῶν συγγενῶν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ παραλαβὼν τὴν Σαπφώραν ἣν γεγαμήκει τοῦ Ῥαγουήλου θυγατέρα καὶ τοὺς ἐξ αὐτῆς παῖδας Γῆρσον καὶ Ἐλεάζαρον ὥρμησεν εἰς τὴν Αἴγυπτον· 2.278τῶν δʼ ὀνομάτων τούτων Γῆρσος μὲν σημαίνει κατὰ Ἑβραίων διάλεκτον, ὅτι εἰς ξένην γῆν, Ἐλεάζαρος δὲ συμμάχῳ τῷ πατρῴῳ θεῷ χρησάμενον αὐτὸν Αἰγυπτίους διαφυγεῖν. 2.279γενομένῳ δʼ αὐτῷ πλησίον τῶν ὅρων ἀδελφὸς Ἀαρὼν ὑπήντησε τοῦ θεοῦ κελεύσαντος, πρὸς ὃν ἀποσημαίνει τὰ ἐν τῷ ὄρει συντυχόντα καὶ τοῦ θεοῦ τὰς ἐντολάς. προϊοῦσι δʼ αὐτοῖς ὑπηντίαζον Ἑβραίων οἱ ἀξιολογώτατοι τὴν παρουσίαν αὐτοῦ μεμαθηκότες, 2.280οἷς Μωυσῆς τὰ σημεῖα ἐπεὶ πιθανῶς οὐκ ἦν λέγειν παρέσχεν αὐτῶν τὴν ὄψιν. οἱ δʼ ὑπʼ ἐκπλήξεως τῶν παρὰ δόξαν αὐτοῖς ὁρωμένων ἀνεθάρσουν καὶ περὶ τῶν ὅλων ἦσαν εὐέλπιδες, ὡς θεοῦ προνοουμένου τῆς ἀσφαλείας αὐτῶν. 2.281

Ἐπεὶ δὲ καταπειθεῖς εἶχεν ἤδη τοὺς Ἑβραίους Μωυσῆς καὶ οἷς ἂν κελεύσῃ τούτοις ἀκολουθήσειν ὁμολογοῦντας καὶ τῆς ἐλευθερίας ἐρῶντας, παραγίνεται πρὸς τὸν βασιλέα τὴν ἡγεμονίαν νεωστὶ παρειληφότα, 2.282καὶ ὅσα τε ὠφελήσειεν Αἰγυπτίους ὑπὸ Αἰθιόπων καταφρονουμένους καὶ διαρπαζομένης αὐτῶν τῆς χώρας ἐδήλου στρατηγίᾳ καὶ πόνοις χρησάμενος ὡς περὶ οἰκείων ὁτιδὴ κινδυνεύσειεν ἐπὶ τούτοις ὑπὸ αὐτῶν ἀμοιβὰς οὐ δικαίας κομιζόμενος ἀνεδίδασκεν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.275 Joseph. AJ 2.279 (English) >>Joseph. AJ 2.285

Powered by PhiloLogic